Κυριακή, 25 Αυγούστου 2019

ΜΙΑ ΠΡΩΤΟΒΟΥΛΙΑ ΤΟΥ ΑΝΑΓΝΩΣΤΗ-ΣΥΝΕΡΓΑΤΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ ΗΛΙΑ ΣΚΟΥΝΤΡΙΑΝΟΥ


 Ο Θεός μας κάνει την ύψιστη τιμή να μας στέλνει μηνύματα μέσω του άγνωστου γέροντος  κι εμείς έχουμε χρέος να Του αναπέμψουμε δοξολογία. 

Η εικόνα του «Χριστού του Ελκόμενου»
Ως δημιουργό της αναγνωρίζουν τον Δομίνικο Θεοτοκόπουλο



Εις την Άγίαν Τριάδα 

Ιωάννου του Χρυσοστόμου

Δόξα σοι, Κύριε ό Θεός ημών, δόξα Σοι 

Δόξα εν υψίστοις καί επί γης, τω πάσης ουσίας και θειότητος αμέτρως υπεράνω κειμένω, ενί καί μόνω Θεώ. 

Δόξα Σοι, τω πανσόφω του παντός Κτίστη καί Ηγεμόνι, καί ημίν ευεργέτη καί χορηγώ, πάντων ων έσμεν, και ων έχομεν. 

Δόξα Σοι τω ανεχομένω ημάς τους αναξίους και αμαρτωλούς παρίστασθαι ενώπιον της Δόξης σου. 

Δόξα Σοι, ώ Μακαριά Τριάς, εν άκρα καί απλούστατη ενότητι φύσεως, ό Πατήρ, ο Υιός, και το Πανάγιον Πνεύμα. 

Δόξα Σοι τω Δημιουργώ πάσης νοητής καί αισθητής φύσεως. 

Δόξα Σοι τω υπέραγάθω, καί παντοδυνάμω, καί υπερουσίω, καί εύσπλάγχνω καί οικτίρμονι, Πατρί καί Δεσπότη. 

Προσκυνώ ψυχή τε καί σώματι την μεγαλειότητα σου, το εύτελέστατον κτίσμα σου εγώ, υμνώ την ανεξερευνητόν σου σοφίαν, ευχαριστώ τη απερινοήτω Προνοία σου, υπερευλογώ την υπερανείκαστον και υπεράγαθον μακροθυμίαν Σου.

 Ό Θεός, ή αγιωτάτη καί Μακαριωτάτη Τριάς, σώσόν με, ο Θεός την αίνεσίν μου μη παρασιώπησης. Πρόσχες τη δεήσει μου και μη εγκαταλείπεις με, Θεέ Υπεράγιε. 

Δια του Λόγου σου και του Πνεύματος σου αγίασόν με, τω Λόγω Σου ανάπλασόν με, και τω Πνευματί Σου οδήγησόν με, τον νουν μου εμψυχωσάτω ό Λόγος Σου νεκρωθέντα, και την θέλησίν μου το Πνεύμα Σου το πανάγιον. 

Μεγαλοδύναμε κραταιέ Κύριε, εμφύτευσον τη καρδία μου την αγάπην των νόμων σου, τάς αισθήσεις μου τω Λόγω υπόταξον. 

Τον λόγον μου ενίσχυσαν, τον νουν μου καταύγασον, ταις ακτίσι της αληθείας σου, την θέλησίν μου προς Σε επίστρεψον, το μόνον αληθώς εφετόν, την γλώσσάν μου παιδαγώγησον, ίνα λέγη καθ` εκάστην το Κύριε, Ιησού Χριστέ, Υιέ του Θεού ελέησόν με.

Κύριε, δια της μακαριάς Παρθένου, ιλάσθητί μοι τω αμαρτωλώ, και σώσόν με, 

Κύριε, διά του Σταυρού σου φυλαξόν με. 

Κύριε, δια των αγίων Αγγέλων σου τείχισόν με. 

Κύριε, δια των αγίων της Αληθείας Μαρτύρων οπλισόν με, 

Κύριε, δια των αγίων Πάντων κατάπεμψον επ` εμέ το έλεος σου. 

Κύριε Ιησού, δωρεάν ελέησόν με τον ωνητόν δια του υπερτίμου Αίματος και του ονόματος σου. 

Το Πνεύμα του Θεού το πανάγιον, ελθέ και σκήνωσον εν εμοί. Τάς πολυχρονίους κηλίδας των αμαρτιών μου εξάλειψον, δίωξον απ` εμού τα της λαγνείας και πονηρίας πνεύματα, άστραψον εν τη καρδία μου την λαμπηδόνα των χαρισμάτων σου, απόρριψόν με των προσπαθειών του παρόντος αιώνος, όλον με προς την άγάπην της αϊδιότητος έλκυσον. 

Παναγία Τριάς, δια των οικτιρμών Σου ελεήσασα σώσον με.

Αξίωσόν με ευλαβώς αναφέρειν την υπερπλήρη και Θεοδίδακτον εκείνην ευχήν «Πάτερ ημών ό εν τοις ουρανοίς αγιασθήτω το όνομα σου». Κύριε ο Θεός, παράσχου ημίν τοις δούλοις σου, δεόμεθα, εν διηνεκεί της ψυχής και του σώματος ευφραίνεσθαι σωτηρία, και τη μεσιτεία της ενδόξου και Μακαριάς αειπαρθένου Μαρίας, αξίωσον ημάς απαλλαγέντας της παρούσης λύπης, αιωνίου χαράς, επαπολαύσαι δια του Κυρίου ημών Ιησού Χριστού, μεθ' ου συν τω Αγίω Πνεύματι ζεις τε καί βασιλεύεις, εις τους αιώνας των αιώνων, 

Αμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου