Σάββατο 20 Σεπτεμβρίου 2025

ΟΜΙΛΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΠΕΡΙ ΤΗΣ ΠΝΕΥΜΑΤΙΚΗΣ ΩΦΕΛΕΙΑΣ ΑΠΟ ΤΗΝ ΤΗΝ ΑΝΑΛΥΣΗ ΤΩΝ ΔΕΔΟΜΕΝΩΝ ΤΟΥ ΒΙΟΥ


ΟΜΙΛΙΑ ΠΑΡΑΜΥΘΗΤΙΚΗ ΑΣΘΕΝΟΥΝΤΙ




Πάτερ, εὐλόγησον. 
Ὁ βίος τῶν ἀνθρώπων βραχὺς, καὶ ὀλιγοχρόνιος τῆς ἐπιμόχθου ζωῆς ἡ φαιδρότης, ἱστὸς ἀράχνης, εὐδιάλυτος ἡ δόξα, ἡ φαντασία τοῦ βίου ὄναρ, ἀλλὰ μακαριωτάτη τῶν δικαίων ἡ ἄνεσις. 

Ἀπέραντός ἐστιν ἡ ἐν οὐρανοῖς ἀνάπαυσις, ἀμαράντου φιλοτίμου τὰ δῶρα, εἰκότως. Οὗ γὰρ ἀναλλοίωτος ἡ φύσις, τούτου καὶ ἄπαυστος ἡ δόσις. ∆ιὸ πρόσκαιρος μὲν αὐτῶν ἐνθάδε ἡ πάλη· ἀΐδιος δὲ ἡ μετὰ τῶν ἄθλων ἐκεῖσε νίκη. 

Ἱδροῦμεν γὰρ ὡς ἐν παλαίστρᾳ τῷ βίῳ, ταῖς θλίψεσι παλαίοντες, καὶ πολλοὺς ἀνταγωνιστὰς ἔχει ἡ φύσις. Αἱ ἡδοναὶ τὸ στεῤῥὸν ὑπεκλύουσιν, αἱ τρυφαὶ τὸ ἀνδρεῖον μεταλλάττουσιν, αἱ ἀθυμίαι τὸν τόνον ἐκνευρίζουσιν, αἱ συκοφαντίαι τὰς ὕβρεις καταχέουσιν, αἱ κο λακεῖαι τὰς ἐπιβουλὰς προσπλάττουσιν, οἱ φόβοι εἰς ἀπόγνωσιν σκελίζουσι, καὶ ἐν τοιαύτῃ ζάλῃ χειμάζεται ἀπαύστως ἡ φύσις. 

Οὐδὲ γὰρ μόνον τὰ λυπηρὰ τοῦ βίου φορτικὰ, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα ἡδέα τῇ μεταβολῇ ἀνιᾷ, καὶ σχεδὸν θλίψεων καὶ δακρύων μεστὸν ὁδεύομεν βίον, καὶ εἰ θέλεις γνῶναι, μάθε τὰ λυπηρὰ τοῦ βίου. Ἐσπάρη ὁ ἄν θρωπος ἐν τῇ μήτρᾳ, ἀλλὰ θλῖψις τῇ σπορᾷ ἡγήσατο. Κατεβλήθη τὸ σπέρμα εἰς τὴν τῆς φύσεως αὔλακα· εἰ μόνον ἐνθυμηθῶμεν, ἐρυθριῶμεν τὰ προοίμια τῆς γενέσεως. 

Ἠλλοιώθη τὸ καταβληθὲν εἰς αἷμα, ἐπαχύνθη τὸ αἷμα εἰς σάρκα, ἐμορφώθη ἡ σὰρξ τῷ χρόνῳ, ἐψυχώθη τὸ μορφωθὲν ὑπὲρ λόγον, ἐτράφη ὁ ψυχωθεὶς τοῖς κατὰ φύσιν, σκιρτᾷ τὸ ἔμβρυον στενοχωρούμενον, δυσχεραίνει πρὸς τὸ τῆς φύσεως δεσμωτήριον· ἀλλ' ἦλθε μόλις ὁ χρόνος τοῦ τόκου, ἐλύθη τῶν ὠδίνων τὰ κλεῖθρα, ἀνεῴχθησαν αἱ τῆς φύσεως θύραι, ἀπέλυσεν ἡ μήτρα, ὃν κατεῖχεν· ἐξωλίσθησεν εἰς τὸν βίον ὁ τῆς θλίψεως πύκτης, ἀνέπνευσε τὸν ἀέρα ἡ τῆς κτίσεως γλῶσσα, καὶ τί μετὰ τοῦτο; 

Πρώτη φωνὴ, ἔκλαυσεν. Ἀρκεῖ ἀπὸ τῶν προοιμίων γνῶναι τὸν βίον. Ἔπεσεν εἰς τὴν γῆν τὸ βρέφος, καὶ οὐκ ἐγέλασεν· ἀλλ' εὐθὺς πεσὸν, τῶν πόνων ἀντελάβετο καὶ κλαίει. Ἔγνω γὰρ, ὅτι εἰς τὴν τῶν θλίψεων ἐναυάγησε θάλασσαν. Ἐτράφη μετὰ δακρύων, ἀπεγαλακτίσθη μὴ βουλόμενον, εἰς παῖδας τελεῖ, καὶ δέδοικε γονέας ἢ οἰκέτας. 

Μειρακίσκος ἐγένετο, καὶ παιδαγωγοῖς παρεδόθη εἰς λόγους. Ἴδε φόβος ἄνεσιν οὐκ ἔχων. Ἐῤῥᾳθύμησεν, ἐμαστίχθη, ἠγρύπνησεν, ἀλλ' ἐξέμαθε, προέκοψε κατάκρας, ἀπηρτίσθη ἐν λόγοις, ἐπεδείξατο εὐδοκίμησιν, διὰ πάσης ἰδέας λόγων ἀστράπτει, νομικῆς πεπλήρωται πείρας, εἰς ἄνδρας προέβη τῷ χρόνῳ, στρατείᾳ ἑαυτὸν ἐπέδωκεν. 

Ἀρχὴ πάλιν μειζόνων θλίψεων. Φοβεῖται ἄρχοντας, ὑφορᾶται ἐπι βουλὰς, προσήλωται τῷ κέρδει, ἐρευνᾷ, λυσσᾷ περὶ τὸ κέρδος, ἀγρυπνεῖ, ἐν ταῖς δίκαις ζῇ, ἐν λο γοθεσίοις ἀποδημεῖ, μὴ ἑλκόμενος, ἀκολουθεῖ γὰρ ἄκων, κάμνει ὑπὲρ δύναμιν, ἐν ταῖς νυξὶ φροντίζει, ἐν ἡμέρᾳ παρέστηκεν, ὡς δοῦλος. 

Ἡ γὰρ χρεία τὴν ἐλευθερίαν ἐπώλησεν. 

Εἶτα μετὰ ταῦτα πολλάκις καμὼν καὶ ἀρέσας, τιμῶν ἠξιώθη, πρὸς ὕψος ἀρχῆς ἀνήχθη, ἐπιστατεῖ ἔθνεσι, στρα 31.1717 τοπέδοις κελεύει, ὡς ὕπατος φιλοτιμεῖται, ἐσώρευσε πλοῦτον· ἀλλὰ συνέδραμε τοῖς καμάτοις ὁ χρόνος, καὶ συνέφθασε τῷ ἀξιώματι τὸ γῆρας, καὶ πρὶν ἢ ἀπολαῦσαι τοῦ πλούτου, ἀπῆλθεν ἁρπασθεὶς τοῦ βίου, καὶ ἐν αὐτῷ τῷ λιμένι ὑπέμεινε τὸ ναυάγιον. 

Συνακολουθεῖ γὰρ ταῖς ματαίαις ἐλ πίσι καταγελῶν τῶν βροτῶν ὁ θάνατος. Τοιοῦτος ὁ τῶν ἀνθρώπων βίος, ἄστατος θάλασσα, ἀὴρ ἀνώμα λος, ὄναρ ἀβέβαιον, ῥεῦμα παρατρέχον, καπνὸς διαχεόμενος, σκιὰ μεταπηδῶσα, πέλαγος ὑπὸ κυμά των ἐνοχλούμενον· καὶ ἡ μὲν ζάλη φοβερὰ, ὁ δὲ πλοῦς ἐπισφαλὴς, οἱ δὲ ἐπιβάται νυστάζομεν. 

Φοβερὰ γὰρ καὶ ἀγρία ἡ τοῦ βίου θάλασσα, μάταιαι αἱ ἐλπίδες, ὡς καταιγίδες σπιλάζουσαι. Αἱ θλίψεις ὡς κύματα ὠρύονται, αἱ ἐπιβουλαὶ ὡς ὕφαλοι κρύπτονται πέτραι, οἱ ἐχθροὶ ὡς κύνες περικεχή νασιν, οἱ ἅρπαγες ὡς πειραταὶ ἐφεδρεύουσι, τὸ γῆρας ὡς χειμὼν ἐπέρχεται, ὁ θάνατος ὡς ναυάγιον ἐφίσταται. 

Εἶδες τὴν ζάλην, κυβέρνησόν σου τὸν χειμῶνα, βλέπε πῶς πλέεις, μὴ ὑπέραντλον ποιήσῃς τὸ σαυτοῦ σκάφος, ἢ τῷ ἐξ ἀδι κίας πλούτῳ, ἢ τῷ ἐκ παθῶν φόρτῳ· διὰ τοῦτο ὁ μακάριος Παῦλος ἀρτίως βοᾷ· 

Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια. Πλοῦτος οὐράνιος, θησαυρὸς μυστηρίων, σοφίας πέλαγος, γνῶσις ἀληθείας, προσκύνησις τῆς ἀκτίστου Τριάδος, ἔσοπτρον τοῦ παρθενικοῦ μυστηρίου, πίστις ἀπολυπραγμόνητος, ὁμολογία ἔρευναν φεύγουσα, κήρυγμα ὅσιον, διὰ γλώσσης προσφερόμενον, δι' ἀκοῆς εἰσδυόμενον, ἐν ψυχῇ ῥιζούμενον, καὶ Τριάδος ἔλλαμψιν χαριζόμε νον. Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.

Οὐδὲν γὰρ αὐταρκείας πλουσιώτερον, βίος ἀπέριττος, ἀνάπαυσις ἀφρόντιστος, πλοῦτος ἀνεπιβούλευτος, χρεία μετὰ ἀνέσεως, βάρος ἄνευ θλί ψεως, ζωὴ ἀνενδεὴς, ἀπόλαυσις ἀνύβριστος. Οἱ αὐτάρκειαν ἀσκοῦντες φεύγουσι τὴν τοῦ πλούτου ζάλην. 

Πάντα γὰρ φοβεῖται ὁ πλούσιος· τὰς ἡμέρας, ὡς δικαστηρίων καιρούς· τὰς ἑσπέρας, ὡς λῃστῶν εὐκαιρίας· τὰς νύκτας, ὡς φροντίδων μάστιγας· τοὺς ὄρθρους, ὡς κολάκων ἐφόδους. 

Καὶ οὐ μόνον καιρὸν, ἀλλὰ καὶ τόπον δέδοικε. Φρίττει λῃστῶν διορυγὰς, κλεπτῶν ἐπιβουλὰς, βιαστῶν συκοφαντίας, τῶν βιασθέντων τὰς κατηγορίας, τῶν δυνατωτέρων τὰς διαρπαγὰς, τῶν οἰκετῶν τὰς κακουργίας, τῶν δηλατόρων τὰς περιεργίας, τῶν ἀναπρατόντων τὴν ἀγνωμοσύνην, τῶν γειτόνων τὰς ἐνθυμήσεις, τῶν τοίχων τὴν σαθρότητα, τῶν οἰκιῶν τὰς καταπτώσεις, τῶν βαρβάρων τὰς ἐφόδους, τῶν πολιτῶν τοὺς δόλους, τῶν δικαζόντων τὰς ἀποφάσεις, τὸ μετὰ τὸ σχεῖν ἀπολέσαι, τὴν μετὰ τὴν κτῆσιν ἀφαίρεσιν. 

Ἄνθρωπε, εἰ τοσοῦτος ὁ χειμὼν τῆς κτήσεως, ποῦ τὸ ἔαρ τῆς ἀπολαύσεως; Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐ τῷ παρόντι συγκατακλείεται βίῳ, φησίν. Ἀθάνατος γάρ ἐστιν ἡ κτῆσις, πλούτῳ δαπανωμένῳ γὰρ οὐχ ἁλίσκεται. Εἰπὲ, ὦ Παῦλε, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον. Ἀρκεῖ ἡ ἰσοτιμία τῆς εἰόδου διῶξαι τὴν ἀνωμαλίαν τοῦ τύφου τῆς πολιτείας. 

Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· γυμνοὶ τῆς μητρῴας γαστρὸς ἐξήλθομεν. Οὐδὲν εἰσῆλθες ἔχων, πλεονέκτα· οὐ χρυσόν· ἐκ γῆς γὰρ μεταλλεύεται· οὐκ ἄργυρον· οὐ γὰρ συνεσπάρη· οὐκ ἐσθῆτα· τέχνης γὰρ ὑφαντικῆς ἐπίνοια· οὐ κτήματα, ἅπερ ἐφιλέργησε πλοῦτος, καὶ ᾠκοδόμησαν χεῖρες· οὐκ ἀξίωμα, εἰ μὴ μόνον τὸ κατ' εἰκόνα· οὐ δυναστείαν, ἣν φθείρει χρόνος, καὶ θερίζει θάνατος. 

Γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, εἴθε καὶ γυμνὸς ἁμαρτημάτων ἐξέλθοις τοῦ βίου! Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν βίον, ἀλλ' οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ οὐδὲν, ὦ Παῦλε, τῶν τοῦ βίου ἐκφέρομεν; Τῶν τοῦ βίου οὐδὲν, εἰ μὴ μόνον ἀρετὰς, εἰ ἐπράξαμεν. Ἐκφέρομεν σωφροσύνην, εἰ ἠνθήσαμεν. Ἐκφέρομεν ἐλεημοσύνην, εἰ ἐπλουτήσαμεν. Αὗται ψυχῇς συνήγοροι, βίου ἄγκιστρα.

Ἐνταῦθα πλοῦτος ἀπομένει, ἁρπάζεται χρυσὸς, μερίζεται ἄργυρος, πιπράσκεται κτήματα, ληθαργεῖται δόξα, παύεται δυναστεία, σβέννυται φόβος. Τῇ γὰρ σκηνῇ τοῦ βίου συνδιαλύεται τὸ σχῆμα. Τί οὖν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. 

Φεύγω τὸ περιττὸν, ὡς ἄχρηστον, καὶ ζητῶ τὸ ἀναγκαῖον, ὡς ἀκατηγόρητον. Ἕστηκεν ἐκεῖ γυμνὸς ὁ πλούσιος, εἰ μὲν ἔχει ἀρετὰς, κἀκεῖ πλούσιος· εἰ δὲ τούτων γυμνὸς, πένης αἰώνιος. Οὐδὲν γὰρ τῆς ἐναρέτου πενίας πλουσιώτερον. 

Πέτρος πένης· ἀλλ' ἐσκύλευσε θάνατον. Ἰωάννης πένης· ἀλλὰ χωλοῦ ἀνώρθωσε πόδας. Φίλιππος πένης· ἀλλ' εἶδεν ἐν τῷ Υἱῷ τὸν Πατέρα. Ματθαῖος πένης· ἀπεδύσατο γὰρ μετὰ τῆς ἁρπαγῆς τὸν πλοῦτον. Θωμᾶς πένης· ἀλλ' ὤρυξε θησαυρὸν ἀνελλιπῆ τὴν πλευρὰν τοῦ ∆εσπότου. Παῦλος πένης· ἀλλὰ τοῦ παραδείσου γέγονε κληρονόμος. 

Ὁ ∆εσπότης κατὰ σάρκα πένης· θεότητι γὰρ πλούσιος ἄμετρος. Ἰδοὺ γὰρ σήμερον ἐξέχεε τὸν τῆς ἰάσεως πλοῦτον, τὴν πενθερὰν Πέτρου νόσου ἀπήλλαξε, τῇ ἁφῇ τὸν πυρετὸν ἐφυγάδευσεν. Ἤγειρε, μὴ περιοδεύσας, τὴν κάμνουσαν· ὕλη οὐκ ἐφαίνετο, καὶ ἴασις ἐσχεδιάζετο. 

Πόνους πλουσίους ἀνάλωσε, καὶ οὐδεὶς ὁ ἐλεῶν. Ἐνταῦθα δὲ μόνον ἐπέστη ὁ τῆς φύσεως ἰατρὸς, ἐλύθη τοῦ σώματος ὁ χειμών. Καὶ βλέπε μοι τὸ θαυμαστόν. Τρεῖς ἐν ταυτῷ ἐθεράπευσε, δύο ἄνδρας καὶ μίαν γυναῖκα, τὸν Λάζαρον, τὸν τῆς χήρας υἱὸν, τὴν θυγατέρα Ἰαείρου, καὶ διὰ τί ἄκουε· ἀπόῤῥητος γὰρ ὁ λόγος. Ἵνα δείξῃ, ὅτι αὐτός ἐστι νόμου καὶ χάριτος ∆εσπότης, διὰ τοῦτο τὴν ὁμοίαν ἐν ἑτέροις σώζει εἰκόνα. 

Ὥσπερ γὰρ ἐκεῖ τρεῖς ἐπέστησε τῷ λαῷ δημαγωγοὺς, τὸν Μωσέα, τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ. Ἄκουε αὐτοῦ ἐν προφήταις βοῶντος· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἀποκρίθητί μοι, διότι ἀπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ; Τὸν Μωσέα εἰς πρόσωπον τοῦ νόμου· τὸν Ἀρὼν εἰς πρόσωπον τῶν προφητῶν, καὶ τὴν Μαριὰμ εἰς πρόσωπον τῆς Ἐκκλησίας, ἢν ἐπήρωσε τῶν εἰδώλων ἡ ἀκαθαρσία, καὶ ἰάσατο ἡ τοῦ σαρκωθέντος φιλανθρωπία.

∆ιὰ τοῦτο ἡ Ἐκκλησία, καθάπερ Μαριὰμ, ἐλευθερωθεῖσα τοῦ νοητοῦ Φαραὼ, τοῦ διαβόλου, καὶ τῆς τῶν δαιμόνων καταδυναστείας, καθάπερ Αἴγυπτον ὁρῶσα ὑπὸ τὸ πέλαγος τῆς κολυμβήθρας τὸν παλαιὸν ἄνθρωπον πνιγέντα, λαβοῦσα τὸ τύμπανον τῆς εὐχαριστίας, καὶ ἐναρμόσασα τῷ ξύλῳ τοῦ σταυροῦ τὰς χορδὰς τῶν ἀρετῶν, ἀνακρουομένη βοᾷ· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. 

Ἐξ οὐρανοῦ κατῆλθε, καὶ τοῦ Πατρὸς οὐκ ἐχωρίσθη· ἐν σπηλαίῳ ἐτέχθη, καὶ τὸν θρόνον οὐκ ἐγύμνωσε· ἐν φάτνῃ ἀνεκλίθη, καὶ τοὺς πατρικοὺς κόλπους οὐκ ἐκένωσεν· ἐκ παρθένου σαρκωθεὶς ἐγεννήθη, καὶ ἔμεινεν, ὡς Θεὸς, ἀπάτωρ· κατέβη, καὶ τῶν ἄνω οὐκ ἐχωρίσθη· ἀνέβη, καὶ τῇ Τριάδι προσθήκην οὐκ ἐποίησεν· ἐν μορφῇ δούλου ἐφάνη, καὶ τὸ πρὸς τὸν Πατέρα ἰσότιμον οὐκ ἀπώλεσεν· ἀλλ' ἔστιν ὁ Λόγος καὶ εἰκὼν, καὶ ἀπαύγασμα, καὶ χαρακτήρ. 

Λόγος, οὐδέποτε γὰρ τοῦ νοῦ ἀφίσταται· εἰκὼν, οὐ κηρόχυτος σανὶς, ἀλλὰ σφραγὶς ἰσότυπος· ἀπαύγασμα, συναΐδιον γὰρ τὸ φῶς τῷ ἡλίῳ· χαρακτὴρ, ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. 

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




7 σχόλια:

  1. Και για τους σκληρόκαρδους και αμετανόητους ανθρώπους, που δεν δέχονται την Θεόπνευστη Αγία Γραφή και τους Αγίους της Εκκλησίας, ισχύει ο επόμενος λόγος.

    Μακαριστός Αγιορείτης Γέροντας, Ιωσήφ ο Βατοπαιδινός (+2009), πνευματικό τέκνο του Αγίου Αγιορείτη Ιωσήφ του Ησυχαστή.
    Ο Γέροντας Ιωσήφ ο Βατοπαιδινός ΧΑΜΟΓΕΛΟΥΣΕ αισθητά, λίγο ΜΕΤΑ που πέθανε σωματικά (δεν πέθανε χαμογελώντας).

    Πολύ ενδιαφέρουσα, ξεκάθαρη και πάντα επίκαιρη ομιλία του.

    https://www.youtube.com/watch?v=_aNfZA6I8UU

    ΑπάντησηΔιαγραφή
    Απαντήσεις
    1. Αγιορείτης Ηγούμενος Εφραίμ Βατοπαιδινός, πνευματικό τέκνο του Αγιορείτη Γέροντα Ιωσήφ του Βατοπαιδινού:

      Ασθένεια, φυσικές καταστροφές, θάνατος – Πού βρίσκεται ο Θεός;

      https://www.youtube.com/watch?v=JA3fgYKBlD8

      Διαγραφή
  2. Ο ΑΓΙΟΣ ΕΥΣΤΑΘΙΟΣ ΚΑΙ Η ΣΥΝΟΔΙΑ ΤΟΥ,
    (20.9.2006) ΟΜΙΛΙΑ ΜΑΚΑΡΙΣΤΟΥ ΑΡΧΙΜΑΝΔΡΙΤΟΥ ΑΝΑΝΙΑ ΚΟΥΣΤΕΝΗ.

    ΕΚΦΩΝΗΘΗΚΕ ΣΤΟ ΙΔΡΥΜΑ: «ΑΓΙΟΣ ΝΕΚΤΑΡΙΟΣ», ΙΣΑΥΡΩΝ 39 ΣΤΑ ΕΞΑΡΧΕΙΑ-ΑΘΗΝΑ.

    https://www.youtube.com/watch?v=D3gqZ2FF-5Q

    ΑπάντησηΔιαγραφή
  3. Ως μωροί δεν κάναμε αποδοχή της κληρονομιάς αυτής της θεϊκής αρχαίας ελληνικής γλώσσας. Πάμφτωχοι γεννιόμαστε και πεθαίνουμε πλέον. Free2Go (to the HELL)

    ΑπάντησηΔιαγραφή
  4. Ξέρουν οι εχθροί του ανθρωπίνου γένους, ώ Βασίλειε, Μέγα Ιεράρχα, ποιον και γιατί μετάλλαξαν σε Santa Claus (Αϊ Βασίλη)


    Εις πάσαν την γην εξήλθεν ο φθόγγος σου, ως δεξαμένην τον λόγον σου
    δι’ ου θεοπρεπώς εδογμάτισας, την φύσιν των όντων ετράνωσας,
    τα των ανθρώπων ήθη κατεκόσμησας,
    Βασίλειον ιεράτευμα, Πάτερ όσιε,
    Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

    ΑπάντησηΔιαγραφή
    Απαντήσεις
    1. Για να υπάρξει η αμαρτία συνέδραμον 2 παράγοντες:
      1) Ο διάβολος, δια λογιστικών προσβολών πειράζων, χωρίς να καταδυναστεύει το αυτεξούσιον, απλώς δείχνοντας το είδωλο της αμαρτίας και
      2) Ο άνθρωπος ενωθείς εις το είδωλον ευαρέστως, δια του πάθους της φιληδονίας και κενοδοξίας.

      Δε φταίει ούτε ο διάβολος, ούτε οι εχθροί του ανθρωπίνου γένους, διότι αυτοί απλώς έδειξαν το είδωλο της πλάνης και της αμαρτίας, αλλά ο άνθρωπος, ο οποίος ενέδωσε στις ορέξεις των αντιχρίστων, ενωθείς ευαρέστως εις το είδωλον της πλάνης και της αμαρτίας, δια του πάθους της φιληδονίας και κενοδοξίας.

      Κάτι τέτοιο έγινε και με τους Προπάτορες Αδάμ και Εύα, αλλά εκείνοι γνώριζαν το Θεό όντες σε προπτωτική κατάσταση και ζώντας στην Άνω Ιερουσαλήμ και η τιμωρία τους ήταν ανάλογη.
      Εμάς, μας ανέχεται ο Κύριος και Θεός, διότι πάσχουμε από πλήρη αγνωσία Θεού.

      Αυτός είναι ο λόγος της εκ νέου ΑΠΟΚΑΛΥΨΗΣ Του, δια των επικείμενων συνταρακτικών γεγονότων, που θα αναμοχλεύσουν τη γη και θα κάνουν το χώμα της αφράτο και γόνιμο, ώστε να δεχτεί το Λόγο του Κυρίου που θα σπείρουν οι νέοι σπορείς

      Διαγραφή
  5. Αρχιμανδρίτης και Ιεραπόστολος στην Αφρική, π. Ελπίδιος:

    Η πρώτη αποστασία των ανθρώπων στον αρχαίο Παράδεισο του Θεού (θα ακολουθήσει εντονότερα μελλοντικά, και η ΔΕΥΤΕΡΗ αποστασία, λόγω των διεθνών σατανιστών που δήθεν "κυβερνούν" τους λαούς).

    https://www.youtube.com/watch?v=wAkeABbiVFA

    * * *

    Προς το Πατριαρχείο Κωνσταντινουπόλεως:

    Εάν το Πατριαρχείο Κωνσταντινουπόλεως πιστεύει ότι θα γλυτώσει από το ευρύτερο και γενικό καθάρισμα (εξυγίανση) που θα κάνει ο αληθινός Θεός, δεν κατάλαβε τίποτα ακόμα.
    Ο αληθινός Θεός δεν εμπαίζεται από τους ανθρώπους, από ΚΑΝΕΝΑ άνθρωπο.
    Το καθάρισμα (εξυγίανση) του Θεού, αφορά και άλλα φαινομενικά "αθώα" τμήματα της κοινωνίας.

    ΑπάντησηΔιαγραφή