Παρασκευή, 20 Μαρτίου 2020

ΣΤΟΝ ΘΕΟ ΑΠΕΥΘΥΝΟΝΤΑΝ ΚΙ ΟΧΙ ΣΤΟΥΣ ΛΟΙΜΟΞΙΟΛΟΓΟΥΣ...


ΟΤΑΝ Η ΕΚΚΛΗΣΙΑ ΗΤΑΝ ΧΡΙΣΤΙAΝΙΚΗ...

ΒΙΝΤΕΟ: Η ΕΙΔΙΚΗ ΕΥΧΗ ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ
(ΚΑΙ  ΓΡΑΠΤΩΣ)



Κοινοποιήθηκε από την Μαρία Βερέμη

Το 1853 στήν Ἀθήνα καί στόν Πειραιά ξέσπασε επιδημία χολέρας...

Τί συνέβη καί τί μεσολάβησε τότε, ὥστε νά ἀφανισθεῖ τό κακό;
Ἁγκυροβολημένα στον Πειραιά Γαλλικά στρατεύματα μετέδωσαν στους ντόπιους τήν χολέρα καί χάνονταν καθημερινῶς περί τούς 200 Ἀθηναίους καί Πειραιῶτες. 

Ὁ συνολικός τους πληθυσμός ἦταν τότε 30.000 ψυχές.

Ὁ ἁρχιεπίσκοπος Ἀθηνῶν ἔδωσε ἐντολή νά πραγματοποιηθεῖ λιτανεία μέ τίς θαυματουργές εἰκόνες καί μέ τά ἱερά λείψανα τῶν Ἁγίων.

Ἡ συμμετοχή ἦταν πάνδημη καί κατασυγκινητική. Πολλοί ἔβγαλαν τά σανδάλια τους καί βάδιζαν πάνω στα κακοτράχαλα σοκάκια μέ πόδια γυμνά, γιά νά ἔχει ἡ προσφορά καί ἡ θυσία πόνο.

Ἡ λιτανεία ἔφτασε μέχρι «ἔξωθεν τῆς πόλεως». Τό «ἔξωθεν» ἦταν τότε ἡ περιοχή τοῦ Λυκαβητοῦ. Ἐκεῖ σταμάτησαν. 

Ὁ ἀρχιεπίσκοπος παρακάλεσε τόν λαό νά γονατίσει καί ὁ ἴδιος διάβασε μέ δάκρυα στα μάτια μιά εἰδική εὐχή, πού εἶχε ἑτοιμάσει γιά τήν ἀπαλλαγή τῆς πόλεως ἀπό τήν μάστγα τῆς χολέρας.

Τήν ἑπομένη ἡμέρα πέθαναν 50. Τήν δεύτερη μέρα μονάχα 5 καί την τρίτη 3 και μετά κανείς!


ΕΥΧΗ ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ

Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, πανάγαθε Δέσποτα· παρέβημέν σου τὰς σωτηρίους ἐντολάς, τὰς ἱερὰς συνθήκας ἡμῶν, ἃς ἐπὶ τῷ θείῳ Βαπτίσματι, κατέναντι τοῦ μεγάλου σου Θυσιαστηρίου, ἐνώπιον Ἀγγέλων ἐποιησάμεθα καὶ ἀνθρώπων· ἠθετήσαμεν τὸ φρικτὸν Αἷμα τῆς διαθήκης, ἐν ᾧ ἡγιάσθημεν, κοινὸν ἡγησάμενοι, καὶ τῷ Πνεύματι τῆς χάριτος ἐνυβρίσαντες, καὶ τῆς φοβερᾶς καὶ ὑπερφυοῦς υἱοθεσίας καταφρονήσαντες. 

Πᾶσα Γραφὴ καὶ θεῖος Νόμος καὶ διδασκαλία θεόπνευστος, ψόφος κενὸς ῥήματα πράξεως ἔρημα παρ᾿ ἡμῖν ἐλογίσθησαν· ὀνόματι μόνον καὶ λόγοις τὸ σεπτὸν Εὐαγγέλιον καὶ τὸν ἀληθῆ Χριστιανισμὸν οἱ τάλανες περιφέρομεν. 

Αἱ χεῖρες ἡμῶν πρὸς πᾶσαν ἁρπαγὴν καὶ πλεονεξίαν γεγόνασιν ἐπιτήδειοι· οἱ πόδες ὀξεῖς καὶ ἀνομώτατοι, καὶ πρὸς πᾶσαν ἀδικίαν καὶ κακεντρέχειαν ἕτοιμοι, τῆς μερίδος τῶν ἀδελφῶν ἐπιβαίνειν καὶ καταπατεῖν, καὶ κατεσθίειν τοὺς πένητας· τὸ στόμα, τὸ τῶν ἱερῶν εὐχῶν τε καὶ λόγων ὄργανον, πάσης αἰσχρότητος καὶ μωρολογίας, ἐπιορκίας τε καὶ διαβολῆς ἀπετελέσαμεν ὄργανον· τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ πάσας ἡμῶν τὰς αἰσθήσεις, ἀσωτίας καὶ πάσης ἀσελγείας καθ᾿ ὑπερβολὴν ἐπληρώσαμεν· τὸν ἐν ἡμῖν βασιλεύοντα νοῦν, τὸ θεῖον ἐκεῖνο σπέρμα καταπατήσαντες, καὶ τὰ μέλη σοῦ τοῦ Χριστοῦ πόρνης μέλη ποιήσαντες, καὶ ἀντὶ ναῶν τοῦ Θεοῦ, φθορᾶς καὶ ἀκαθαρσίας ἀποθῆκαι γενόμενοι.

 Διὰ τοῦτο, πανάγαθε Δέσποτα, τὴν πολλήν σου φιλανθρωπίαν πρὸς ἀγανάκτησιν ἐτρέψαμεν οἱ ταλαίπωροι· τὸ πλῆθος τῶν σῶν εὐεργεσιῶν εἰς τιμωρίας ἡμῖν ἀφρόνως μετατεθείκαμεν. 

Καὶ ἐπειδή, μήτε τοῖς ἡμετέροις ἀγαθοῖς, μήτε τοῖς ἀλγεινοῖς τοῦ πλησίον βελτίους γεγόναμεν, δικαίως καθ᾿ ἡμῶν αὐτῶν τὴν δικαίαν σου παίδευσιν καὶ τὴν πληγὴν ἐκινήσαμεν. 

Ἀλλὰ μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, Κύριε. Σοὶ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ σὲ προσκυνοῦμεν μόνον, καὶ μετὰ συντετριμμένης καρδίας, ὡς θυσίαν καθαράν, τὴν ἐξομολόγησιν προσφέρομεν. 

Ἄνες, ἄφες, φιλάνθρωπε Δέσποτα· στῆσον τὴν καθ᾿ ἡμῶν φερομένην δικαίως ταύτην μάστιγα τῆς ἐπαπειλούσης ἡμῖν λοιμικῆς ἀσθενείας· νικησάτω τὸ πλῆθος τῶν οἰκτιρμῶν σου τὸ τῶν ἁμαρτιῶν ἡμῶν πονηρὸν σύστημα· τὸ τῆς σῆς ἀπείρου χρηστότητος πέλαγος κατακαλυψάτω τῆς κακίας ἡμῶν τὴν πικρὰν θάλασσαν. 

Ἔχομεν τῆς σῆς φιλανθρωπίας ὑποδείγματα μέγιστα, λῃστὰς καὶ πόρνας, τελώνας καὶ τὸν ἄσωτον υἱόν, ἅ τινες ἡμᾶς τοὺς ἀθλίους παρευδοκιμοῦσι, καὶ εἰς τὴν τῶν οὐρανῶν Βασιλείαν  προάγουσι. Μετὰ τούτων καὶ ἡμᾶς ἐξομολογουμένους σοι καὶ προσπίπτοντας πρόσδεξαι, Δέσποτα· εἰ δὲ καὶ τῆς αὐτῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας πλεῖστον ἀπολειπόμεθα, τὸ λεῖπον ἀποπληρωσάτω ἡ ἄπειρος ἀγαθότης σου, μᾶλλον δὲ καὶ τὸ πᾶν· ἐπειδὴ καὶ τοῦ παντὸς ὅλως λειπόμεθα. 

Ἔχεις οὖν εὐσπλαγχνίαν τε καὶ συγγνώμην παρακαλοῦντάς σε, τὸν Σταυρόν, καὶ τὸν ἑκούσιον θάνατον, ὃν ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων ὑπέμεινας, τοὺς ἀγῶνας τῶν Ἀποστόλων, τοὺς τῶν Ὁσίων ἱδρῶτας καὶ τῶν Μαρτύρων τὰ αἵματα, καὶ πρὸ πάντων τὴν κοινὴν τῶν ἁπάντων ἐλπίδα καὶ σωτηρίαν, τὴν ὑπὲρ λόγον ἀσπόρως τεκοῦσάν σε Θεοτόκον· ὧν τὰς ἐντεύξεις φιλανθρώπως δεξάμενος, καὶ σὺν αὐτοῖς ταῖς πρεσβείαις τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Χαραλάμπους, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος Βαρβάρας καὶ τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν Ἀνθίμου τοῦ ἐν Χίου καὶ Νικηφόρου τοῦ Λεπροῦ, καὶ τῆς παρούσης λοιμικῆς ἀσθενείας, καὶ τῆς μελλούσης αἰωνίου κολάσεως ἡμᾶς ἐλευθέρωσον.


Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀνάρχου σου Πατρός, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΣΤΟ ΒΙΝΤΕΟ ΠΟΥ ΑΚΟΛΟΥΘΕΙ Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΜΟΡΦΟΥ ΝΕΟΦΥΤΟΣ ΔΙΑΒΑΖΕΙ ΤΗΝ ΕΙΔΙΚΗ ΑΥΤΗ ΕΥΧΗ!





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου