ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΠΑΝΥ ΚΑΤΑΝΥΚΤΙΚΗ ΚΑΙ ΙΚΕΤΗΡΙΟΣ
Του Αγίου Ιωάννου του Δαμασκηνού*,
Ο ουν καθ’ εσπέραν λέγων αυτήν μετά κατανύξεως, ει επέλθει επ’ αυτόν η φοβερά ώρα του θανάτου εν τη νυκτί ταύτη, λυτρούται της κολάσεως, ελέει Θεού.
* Άλλοι δε φασι ποίημα ταύτην είναι Αναστασίου του Σιναίτου.
___
Εὔσπλαγχνε καὶ πολυέλεε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλούς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ, ἐλέησόν με πρὸ τῆς ἐμῆς τελευτῆς.
Οἶδα γὰρ ὅτι φρικτὸν καὶ φοβερὸν ἀναμένει με δικαστήριον ἐνώπιον πάσης τῆς κτίσεως, ὅτε καὶ τῶν ἐναγῶν καὶ παμβεβήλων μου πράξεων ἁπασῶν φανέρωσις γίνεται· ἀσύγγνωστα γὰρ ὡς ἀληθῶς καὶ ἀνάξια ὑπάρχουσι συγχωρήσεως, ὡς ὑπερβαίνοντα τῷ πλήθει ψάμμον θαλάσσιον.
Διὰ τοῦτο καὶ οὐ τολμῶ τὴν αἴτησιν τῆς ἀφέσεως τούτων ποιήσασθαι, Δέσποτα, ὅτι πλεῖον πάντων ἀνθρώπων εἰς σέ ἐπλημμέλησα.
Ὅτι ὑπὲρ τὸν ἄσωτον ἀσώτως ἐβίωσα, ὅτι ὑπὲρ τὸν μυρία τάλαντα χρεωφειλέτης σου γέγονα, ὅτι ὑπὲρ τὸν Τελώνην κακῶς ἐτελώνησα, ὅτι ὑπὲρ τὸν Ληστήν ἐμαυτόν ἐθανάτωσα, ὅτι ὑπὲρ τὴν Πόρνην ἐγώ ὁ φιλόπορνος ἔπραξα, ὅτι ὑπὲρ τοὺς Νινευΐτας ἀμετανόητα ἐπλημμέλησα, ὅτι ὑπὲρ τὸν Μανασσῆν «ὑπερῆραν τὴν κεφαλήν μου αἱ ἀνομίαι μου καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ καὶ ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους»·
ὅτι τὸ Πνεῦμα σου τὸ ἅγιον ἐλύπησα, ὅτι τῶν ἐντολῶν σου παρήκουσα, ὅτι τὸν πλοῦτόν σου διεσκόρπισα, ὅτι τὴν χάριν σου ἐβεβήλωσα, ὅτι τὸν ἀρραβῶνα, ὅν μοι δέδωκας, ἐν ἀνομίαις ἀνήλωσα, ὅτι τὸ τίμιον κατ’ εἰκόνα σου, τὴν ψυχήν μου, ἐμόλυνα, ὅτι τὸν χρόνον, ὅν μοι δέδωκας εἰς μετάνοιαν, μετὰ τῶν ἐχθρῶν σου ἐβίωσα, ὅτι οὐδεμίαν ἐντολήν σου ἐφύλαξα, ὅτι τὸν χιτῶνά μου κατερρύπωσα, ὅν με ἐνέδυσας, ὅτι τοῦ ὀρθοῦ λόγου τὴν λαμπάδα ἀπέσβεσα, ὅτι τὸ πρόσωπόν μου, ὅ ἐφαίδρυνας, ἐν ἁμαρτίαις ἠχρείωσα, ὅτι τοὺς ὀφθαλμούς μου, οὕς ἐφώτισας, ἑκουσίως ἐτύφλωσα, ὅτι τὰ χείλη μου, ἅπερ πολλάκις τοῖς θείοις σου μυστηρίοις ἡγίασας, αἰσχύναις ἐμόλυνα.
Καί οἶδα ὅτι πάντως τῷ φοβερῷ σου βήματι παραστήσομαι ὡς κατάδικος ὁ παμμίαρος. Οἶδα ὅτι πάντα τότε τὰ πεπραγμένα μοι ἐλεγχθήσονται καὶ οὐκ ἀποκρυβήσεται οὐδὲν παρὰ Σοί.
Ἀλλά δέομαί σου, εὐσυμπάθητε, πολυέλεε, φιλανθρωπότατε Κύριε, «μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ λέγω, μὴ παιδεύσῃς με, ἀδύνατον γὰρ τοῦτο ἀπὸ τῶν ἔργων μου, ἀλλὰ μὴ τῷ θυμῷ σου ἐλέγξῃς με».
Κερδήσω τοῦτο παρὰ Σοί, ἐὰν μὴ τῷ θυμῷ σου καὶ τῇ ὀργῇ σου παιδεύσῃς με, μηδὲ φανερώσῃς αὐτὰ Ἀγγέλων καὶ ἀνθρώπων ἐνώπιον εἰς αἰσχύνην μου καὶ ὄνειδος. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με»· εἰ φθαρτοῦ βασιλέως θυμὸν οὐδεὶς ἐνεγκεῖν δύναται, πόσῳ μάλλον Σοῦ τοῦ Κυρίου τὸν θυμὸν ὁ ἄθλιος ὑποστήσομαι; «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με».
Οἶδα Λῃστήν αἰτήσαντα καὶ παρευθὺς συγχώρησιν ἐκ Σοῦ κομισάμενον. Οἶδα Πόρνην ὁλοψύχως προσελθοῦσαν καὶ συγχωρηθεῖσαν. Οἶδα Τελώνην ἐκ βάθους στενάξαντα καὶ δικαιωθέντα.
Έγώ δὲ ὁ πανάθλιος πάντας ὑπερβαίνων ταῖς ἁμαρτίαις, τῇ μετανοίᾳ τούτους οὐ θέλω μιμήσασθαι, οὐδὲ γὰρ ἔχω δάκρυον ἐκτενές. Οὐκ ἔχω ἐξομολόγησιν καθαρὰν καὶ ἀληθινήν, οὐκ ἔχω στεναγμὸν ἐκ βάθους καρδίας, οὐκ ἔχω καθαρὰν τὴν ψυχήν, οὐκ ἔχω ἀγάπην κατά Θεόν, οὐκ ἔχω πτωχείαν πνευματικήν, οὐκ ἔχω προσευχὴν διηνεκῆ, οὐκ ἔχω σωφροσύνην ἐν τῇ σαρκί, οὐκ ἔχω καθαρότητα λογισμῶν, οὐκ ἔχω προαίρεσιν θεοτερπῆ. Ποίῳ οὖν προσώπῳ ἤ ἐν ποίᾳ παρρησίᾳ ζητήσω συγχώρησιν;
«Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με»· Πολλάκις, Δέσποτα, μετανοεῖν συνεταξάμην. Πολλάκις ἐν Ἐκκλησίᾳ κατανυγεὶς προσπίπτω Σοι, ἐξερχόμενος δὲ ταίς ἁμαρτίαις εὐθύς περιπίπτω. Ποσάκις με ἠλέησας, ἐγὼ δὲ Σε παρώργισα! Ποσάκις ἐμακροθύμησας, ἐγὼ δὲ οὐκ ἐπέστρεψα! Ποσάκις με ἀνέστησας, ἐγὼ δὲ πάλιν ὀλισθήσας κατέπεσον! Ποσάκις μου εἰσήκουσας, ἐγὼ δὲ σου παρήκουσα! Ποσάκις με ἐπόθησας, ἐγὼ δὲ ούδαμοῦ Σοι ἐδούλευσα! Ποσάκις μέ ἐτίμησας, ἐγὼ δὲ οὐκ ηὐχαρίστησα!
Ποσάκις ἁμαρτήσαντα, ὡς ἀγαθός Πατήρ παρεκάλεσας καὶ ὡς υἱόν κατεφίλησας καὶ τὰς ἀγκάλας ὑφαπλώσας μοι ἐβόησας· ἔγειρε, μὴ φοβοῦ, στήθι· πάλιν δεύρο, οὐκ ὀνειδίζω σε, οὐ βδελύσσομαι, οὐκ ἀποῤῥίπτω, οὐδὲ σκληρύνω τὸ ἐμὸν πλάσμα, τὸ ἐμὸν τέκνον, τὴν ἐμὴν εἰκόνα, ὅν οἰκείαις χερσί διέπλασα ἄνθρωπον καὶ ἐφόρεσα, ὑπὲρ οὗ τὸ αἷμα ἐξέχεα, οὐκ ἀποστρέφομαι πρός με ἐρχόμενον τὸ λογικόν μου πρόβατον, τὸ ἀπολωλός, οὐ δύναμαι μὴ ἀποδοῦναι τὴν προτέραν εὐγένειαν, οὐ δύναμαι μὴ συναριθμῆσαι τοῖς ἐνενήκοντα ἐννέα προβάτοις· διά γὰρ τοῦτο καὶ μόνον ἐπί τῆς γῆς κατελήλυθα καὶ τὸν λύχνον ἀνῆψα, τὴν σάρκα μου τὴν οἰκείαν καὶ τὴν οἰκίαν ἐσάρωσα καὶ τὰς φίλας Δυνάμεις τὰς οὐρανίους συνεκαλεσάμην ἐπευφρανθῆναι τῇ τούτου εὑρέσει.
Πάντα οὖν τὰ τοιαῦτα ὡς ἀγαθός καὶ φιλάνθρωπος ἐχαρίσω μοι, Δέσποτα, ἐγὼ δὲ πάντων καταφρονήσας ὁ ἄθλιος, εἰς ἀλλοτρίαν καὶ μακράν χώραν τῆς ἀπωλείας ἀπέδρασα. Ἀλλ’ αὐτὸς με, πανάγαθε, πάλιν ἐπανάγαγε καὶ μὴ ὀργισθῇς μοι τῷ τάλανι, Κύριε, μηδὲ τῷ θυμῷ σου ἐλέγξῃς με, εὔσπλαγχνε, ἀλλὰ μακροθύμησον καὶ ἔτι ἐπ’ ἐμοὶ. Μὴ σπεύσῃς ἐκκόψαι με ὡς τὴν συκῆν τὴν ἄκαρπον, μηδὲ κελεύσῃς ἄωρον ἐκ τοῦ βίου θερίσαι με, ἀλλὰ δός μοι ζωῆς προθεσμίαν καὶ ὁδήγησόν με εἰς μετάνοιαν, Κύριε, καὶ «μή τῷ θυμῷ σου ἐλέγξῃς με, Δέσποτα, μηδὲ τῇ ὀργῇ σου παιδεύσης με».
«Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι τῇ ψυχῇ», ἀσθενής εἰμι τῷ λογισμῷ, ἀσθενής τῇ γνώμη, ἀσθενής τῇ προαιρέσει. Ἐξέλιπε γὰρ μου ἡ ἰσχύς, ἐξέλιπέ μου ὁ χρόνος, ἐξέλιπον ἐν ματαιότητι ἡμέραι μου πᾶσαι καὶ τὸ τέλος ἐφέστηκεν. Ἀλλ’ ἄνοιξον, ἄνοιξον, ἄνοιξόν μοι, Κύριε, ἀναξίως κρούοντι καὶ μὴ ἀποκλείσῃς μοι τὴν θύραν τῆς εὐσπλαγχνίας σου. Ἐάν γὰρ Σὺ κλείσης, τίς μοι ἀνοίξει; Ἐάν Σὺ μὴ με ἐλεήσης, τίς μοι βοηθήσει; Οὐδείς ἄλλος, οὐδείς, εἰ μὴ Σὺ ὁ φύσει ἐλεήμων καὶ εὔσπλαγχνος.
«Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενὴς εἰμι»· Ἐξενεύρισε γάρ με ὁ ἐχθρὸς καὶ ἀσθενῆ καὶ συντετριμμένον ἐποίησεν, ὁ ἀσθενής δὲ καὶ συντετριμμένος οὐ δύναται ἀναστῆσαι ἑαυτόν, οὐ δύναται ἰάσασθαι ἑαυτόν, ὁ συντετριμμένος οὐ δύναται βοηθήσαι ἑαυτῷ, λοιπόν ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
«Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα»· Σωματικὸς καὶ ψυχικός με κατέλαβε τάραχος, Δέσποτα, ὅτι σαρκικοῖς περιέπεσα πάθεσιν, ὅτι καὶ τὴν σάρκα καὶ τὴν ψυχήν τοῖς δαίμοσιν ἐποίησα παίγνιον. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου τὰ συνδεσμοῦντα τὸν ἔσω ἄνθρωπον. Ποῖα ταῦτα; Ἡ πίστις, ἡ φρόνησις, ἡ ἐλπίς, ἡ δικαιοσύνη, ἡ ἐγκράτεια, ἡ εὐσέβεια, ἡ πραότης, ἡ ταπεινοφροσύνη καὶ ἡ ἐλεημοσύνη. Ταύτα τὰ ὀστᾶ συνετρίβησαν, Δέσποτα, «ἀλλ’ ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα».
Ὁρῶ γὰρ λοιπόν τὴν ὥραν τῆς ζωῆς μου προφθάσασαν, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὁρῶ τὴν πρός τὰ ἐκεῖσε χαλεπήν ὁδὸν καὶ μακράν, κἀμέ πρός τὰ ἐκεῖσε ἐμαυτόν ἑτοίμως μὴ ἔχοντα, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.
Ὁρῶ τὸν δανειστήν ἀπαιτοῦντά με καὶ μὴ ἀποδοῦναι ἰσχύοντα, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὁρῶ τὸν λογοθέτην μου τὸ χειρόγραφον ἐπισείοντα καὶ τοὺς δημίους βρύχοντας κατ’ ἐμοῦ, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὁρῶ πολλούς κατηγοροῦντάς με καὶ οὐδὲνα συνήγορον, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.
Ὅλος δι’ ὅλου ταραχῆς καὶ σκοτοδίνης πεπλήρωμαι καὶ ἀγωνιῶ καὶ τρέμω καὶ φρίττω καὶ τὰ σπλάγχνα σπαράττομαι καὶ τί πράξω οὐκ ἐπίσταμαι ἤ ποίῳ προσώπῳ τὸν Κριτήν μου θεάσωμαι! Ἰλιγγιῶ, ταράττομαι, συνέχομαι καὶ ἀμηχανῶ, καὶ λοιπόν ἡ ψυχή μου ἐταράχθη σφόδρα. «Ἐλέησόν με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα».
Ὁ πονηρὸς διενοχλεῖν οὐ παύεται, οἱ ἐχθροὶ μου τοῦ πολεμεῖν οὐκ ἀφίστανται, ὁ ἐμφύλιος τῆς σαρκός πόλεμος καταφλέγει με πάντοτε, οἱ πονηροί λογισμοί οὐδαμῶς ἡσυχάζουσι.
«Καί Σύ Κύριε, ἕως πότε;». Ἰδοὺ ὁρᾷς, Κύριε, πάντα τὰ κατ’ ἐμέ, ὅτι ἄπορα καὶ ἐλεεινὰ. Ἰδοὺ βλέπεις τὴν κατ’ ἐμοῦ ἔνστασιν καὶ τὸν πόλεμον τοῦ σώματος καὶ τὴν κάμινον τῶν παθῶν καὶ τὴν ἀτονίαν τῆς ψυχικῆς μου δυνάμεως. Λοιπόν, Κύριε, ἕως πότε οὐ συμπαθεῖς;
Ἕως πότε οὐκ ἐκδικεῖς; Ἕως πότε οὐ σπεύδεις; Ἕως πότε οὐ βλέπεις; Ἕως πότε παρορᾷς; Κύριε, ἐν τῷ ἐλέει σου σῶσόν με. Μὴ παρίδῃς με, Κύριε, τὸν ἀνάξιον, ἕνεκεν τοῦ ἐλέους σου. Ἡ γὰρ Σὴ παρόρασις ἐμὴ κατάπτωσις γίνεται, Δέσποτα. «Δι’ὅ ἐπίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου καὶ σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου».
Ὡς συμπαθὴς ἐλέησον, ὡς ἐλεήμων συμπάθησον, ὡς φιλάνθρωπος σῶσόν με, ἕνεκεν τοῦ ἐλέους σου καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου, πονηρὰ γὰρ εἰσιν. Οὐχ ἕνεκεν τῶν πόνων μου, ἀσθενὴς γάρ εἰμι. Οὐχ ἕνεκεν τῶν λογισμῶν ἤ τῶν λόγων μου, ρυπαροὶ γάρ εἰσι καὶ ἀκάθαρτοι, ἀλλ’ ἕνεκεν τοῦ ἐλέους σου, πολυέλεε Κύριε, σῶσόν με.
Εἰ δὲ δικάσασθαι πρός με βούλει, Δέσποτα, ἐγὼ πρῶτος ἐκφέρω κατ’ ἐμαυτοῦ τὴν ψῆφον. Ἐγώ καταδιαμαρτύρομαι ὅτι ἄξιος θανάτου εἰμί. Λοιπόν σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, εἰς τὴν φιλανθρωπίαν σου καταφεύγω, Πανάγαθε. Οὐκ ἔχω τί Σοι προσαγαγεῖν ἄξιον, ἐλεημοσύνην ζητῶ, μὴ ἀπαιτήσῃς με τὴν ταύτης τιμήν.
«Μνήσθητι τῶν λόγων σου, Κύριε, ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρά ἐκ νεότητος αὐτοῦ». Καὶ «ἄνθρωπος ματαιότητι ὡμοιώθη καὶ αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιά παράγουσι». Καί «ούδείς καθαρός ἀπὸ ῥύπου».
Καὶ ὅτι «ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου». Ἐάν γὰρ ἀνομίας παρατηρήσῃς ἡμῶν, οὐδεὶς ὑποστήσεται, Κύριε, δι’ ὅ σῶσόν με τὸν ἀνάξιον δούλόν σου ἕνεκεν τοῦ ἐλέους σου καὶ οὐκ ἕνεκεν τῶν ἔργων μου.
Ἐάν γὰρ τὸν ἄξιον ἐλεήσῃς, οὐδὲν θαυμαστόν. Ἐάν τὸν δίκαιον σώσῃς, οὐδὲν ξένον. «Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου», ἐπ’ ἐμοὶ τὸ ἔλεός σου θαυμάστωσον, Κύριε, εἰς ἐμὲ τὴν εὐσπλαγχνίαν Σου ἐμφάνισον, Δέσποτα, εἰς ἐμὲ τὴν φιλανθρωπίαν σου μεγάλυνον, Ἅγιε.
Δεῖξον ἐπ’ ἐμοί, Κύριε, τὰ ἀρχαῖα ἐλέη σου, ὅτι τοὺς μέν δικαίους σῲζεις καὶ τοὺς ἁμαρτωλούς ἐλεεῖς. Μὴ νικήσῃ ἡ ἐμὴ κακία τὴν Σήν ἀγαθότητα, Κύριε, μηδὲ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Ἐάν γὰρ θελήσῃς μετ’ ἐμοῦ δικάσασθαι, φραγήσεταί μου τὸ στόμα, μὴ ἔχον τὶ φθέγξασθαι ἤ τὶ ἀπολογήσασθαι.
Δι’ ὅ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, μηδὲ ἐπισταθμήσῃς τὰς ἐμὰς ἁμαρτίας τῇ Σῇ ἀπειλῇ. «Ἀλλ’ ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον».
Καί «σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, Κύριε, καὶ τὸ ἔλεός σου καταδιώξῃ με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου». Καταδιωξάτω με τὸ ἔλεός σου, Κύριε, τὸν κακῶς ἀπὸ Σοῦ φεύγοντα, τὸν ἀεί ἀπὸ Σοῦ δραπετεύοντα καὶ πρός τὴν ἁμαρτία ἀεί κακῶς ἀποτρέχοντα.
Τοῦτο μόνον ἐπικαλοῦμαι καὶ ἱκετεύω καὶ δέομαι, «σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου». Σῶσόν με πρὸ τοῦ με ἀπελθεῖν εἰς τὰ ἐκεῖσε δικαστήρια, ἤ μᾶλλον τἀληθές εἰπεῖν, εἰς τὰ ἐκεῖσε κολαστήρια, ἔνθα οὐκ ἔστι μετάνοια οὔτε ἐξομολόγησις.
«Ἐν γὰρ τῷ ἃδῃ φησί, τίς ἐξομολογήσεταί Σοι; Δι’ ὅ σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι οὐκ έστιν ἐν τῷ θανάτω ὁ μνημονεύων σου», οὐδὲ ἐν τῷ ἃδῃ ὁ ἐξομολογούμενος. Ἐκεῖ γὰρ οὐκ ἔστι μετάνοια, οὐκ ἔστιν ἄφεσις τοῖς ὧδε μὴ μετανοοῦσι μηδὲ ἐξομολογουμένοις.
«Δι’ ὅ σῶσόν με μετανοοῦντά Σοι καὶ ἐξομολογούμενον τὸν ἀνάξιον δοῦλόν σου, ἕνεκεν τοῦ ἐλέους Σου, Κύριε, καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου». Σὺ γὰρ εἶπας, Κύριε, «ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν» καὶ «ὅσα ἄν αἰτήσητε πιστεύοντες, λήψεσθε».
Δι’ ὅ σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, φιλάνθρωπε Δέσποτα, ἵνα καὶ ἐπ’ ἐμοὶ δοξασθῇ τὸ πανάγιον καὶ ὑπερδεδοξασμένον ὄνομά σου, Κύριε ὁ Θεός μου, ὁ δι’ ἐμὲ κατ’ ἐμὲ γεγονώς, ὡς ἄν κἀγὼ μετὰ πάντων τῶν ἁγίων συναριθμηθεὶς δοξάζω Σε τὸν ὑπεράγαθον καὶ φιλάνθρωπον Θεόν μου Ἰησοῦν Χριστὸν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεῦματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
"Ο άνθρωπος δε μπορεί μόνος του να βρει το δρόμο του, ούτε μπορεί από μόνος του να τον βαδίσει, ώστε να επιτύχει στην πορεία του" μας λέει ο προφήτης Ιερεμίας και αυτό σημαίνει το εξής: δεν εξαρτώνται τα πάντα από μας, αλλά άλλα από μας και άλλα από το Θεό.
ΑπάντησηΔιαγραφήΤο να επιλέξουμε δηλαδή τα καλύτερα, να δείξουμε επιμέλεια και ενδιαφέρον για τη Σωτηρία μας, καθώς και το να υπομείνουμε κάθε κόπο, όλα αυτά εξαρτώνται από τη δική μας διάθεση.
Το να ολοκληρώσουμε όμως, το να μην επιτρέψουμε στον εαυτό μας να δραπετεύσει και το να τα οδηγήσουμε στην επιτυχία εξαρτάται από τη Θεία Χάρη.
Ο Θεός δηλαδή μοιράστηκε μαζί μας τον κόπο που απαιτείται για την απόκτηση της αρετής αλλά...
- ΟΥΤΕ επέτρεψε να εξαρτάται το παν από μας για να μην υπερηφανευόμαστε από αλαζονεία,
- ΟΥΤΕ ανέλαβε ο ίδιος όλη την προσπάθεια, για να μην περεκκλίνουμε προς την οκνηρία.
Ανέθεσε λοιπόν ένα ελάχιστο μέρος της προσπάθειας στους δικούς μας κόπους και το μεγαλύτερο μέρος ανέλαβε να το φέρει σε πέρας Αυτός ο ίδιος.
Όταν λοιπόν κάποιος δείχνει προθυμία και ενδιαφέρον για τη σωτηρία του θα του δώσει ο Θεός όλα τα άλλα που είναι απαραίτητα για να σωθεί, δηλαδή ΧΑΡΗ, ΕΝΙΣΧΥΣΗ & ΕΥΛΟΓΙΕΣ. Όταν όμως είναι άδειος από έργα και δεν κάνει ό,τι εξαρτάται από αυτόν, ότε κι ο Θεός δεν του δίνει τη Χάρη Του, την υποστήριξη και την ευλογία Του.
Ο φιλάνθρωπος Κύριος δε δείχνει γενικά τη φροντίδα Του, αν δε δει να ενεργοποιείται και το δικό μας θερμό ενδιαφέρον. Όμως, όταν απουσιάζει η από μέρους μας προσπάθεια, τότε σταματάει και η βοήθεια Του Θεού (σ.σ.: αυτό θέλουν και οι ημεδαποί και αλλοδαποί οπαδοί του αντιχρίστου). Έτσι ΔΕΝ πραγματοποιούνται όσα εξαρτώνται από το Θεό, αν ΔΕΝ προηγηθούν όσα εξαρτώνται από μας τους ανθρώπους (σ.σ.: όπως π.χ. η αριστουργηματική αυτή προσευχή του Αγίου Ιωάννη του Δαμασκηνού που δημοσιεύθηκε).
ΠΗΓΗ:
"Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΘΕΟΛΟΓΕΙ, ΣΥΜΒΟΥΛΕΥΕΙ, ΠΑΙΔΑΓΩΓΕΙ ΚΑΙ ΔΙΔΑΣΚΕΙ"
Τεύχος 1ο, κεφάλαιο: "Χρειάζεται συνεργασία θείας Χάριτος και ανθρώπινης θέλησης"
(σελ. 36-37)