ΑΝΤΙ - ΤΖΙΧΑΝΤΙΣΤΙΚΟ ΠΡΟΣΕΥΧΗΤΑΡΙ
Για τα αδέλφια μας που κινδυνεύουν στη Συρία
Παραθέτουμε στὴν ἀγάπη σας λίγες δυνατὲς προσευχὲς ἀπὸ τὸ λειτουργικὸ ὁπλοστάσιο τῆς Ἐκκλησίας μας γιὰ νὰ λυτρώνει ὁ θεὸς ὅσους καταδυναστεύονται καί κινδυνεύουνε ἀπὸ τὰ σατανικὰ θηρία τοῦ τζιχαντισμού ποὺ ξέβρασε καὶ πάλι ἡ κόλαση γιὰ νὰ πνίξει κάθε τί ἁγνὸ χριστιανικὸ καὶ Ὀρθόδοξο.
(Ἡ Παναγία μας ἡ Πορταΐτισσα νὰ φυλάει τὶς πύλες τῆς πίστεως καὶ τῆς ζωῆς μας!)
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος
Τῇ θαυμαστῇ σου Πορταΐτισσα σκέπῃ δι” ἡς λυτροῦται ἡμᾶς πάσης ἀνάγκης προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς· ὥσπερ πάλαι ἔδειξας, ἐφ᾽ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλείπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ ψυχῇ, προσιόντάς σοι.
Ψαλμός 73
[Ὅπως τὸν εἶχε ὁρίσει ὁ Ὅσιος Αρσένιος ὁ Καππαδόκης γιά του κινδύνους ἀπὸ τοὺς τσέτες (τζιχαντιστὲς)]
ΙΝΑΤΙ ἀπώσω, ὁ Θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς· ἐλυτρώσω ράβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν. ὡς εἰς τὴν ἔξοδον ὑπεράνω, ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς.
Τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ᾿Ηθάμ.
Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.
Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.
* * *
Τοὺς ἐκ τῆς Άγαρ δυσμενεῖς, τάχιον ολλύουσα ξίφει τῶν προσευχῶν σοῦ Μαριάμ, τὸν λαὸν καὶ τὴν ποίμνην σοῦ φύλατε τῷ υἱῷ σοῦ κραυγάζοντα, ὁ θεὸς τῶν Πατέρων εὐλογητὸς εἶ.
* * *
Λαὸν σοῦ ἄχραντε Δέσποινα ἀνόρθωσον πεσόντα εἰς βάραθρον καταδουλώσεως, ἐχθρῶν ἀπίστων, ἀλλ' οίκτειρον, σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.
* * *
Θεομήτωρ Πάναγνε προστασία τῶν Χριστιανῶν, περίζωσε σὸν λαὸν πάσης ἀπειλῆς καὶ πάσης ἁλώσεως βαρβαρικῆς, ὀργῆς καὶ θυμοῦ, πάσης κακΏσεως καὶ ἐκ πάσης κατακρίσεως
* * *
Χαῖρε Ὀρθοδόξων ἁγνή, τὸ θάρσος τὸ ανίκητον. Χαίρε κλέος τῶν πιστῶν σου τὴν σεπτὴν Εἰκόνα προσκυνούντων. Χαῖρε δαιμόνων πτῶσις, καὶ τῶν ἀνθρώπων ἡ ἀνόρθωσις
* * *
Επέγνωσαν Δέσποινα, γόνοι της Άγαρ την δυναστείαν σου κατατρέχοντες μάτην, της φίλης ποίμνης σου και πεπτώκασιν εν εξαισίω θανάτω φθειρόμενοι, ενδίκω όντως αγνή θεομακάριστε.
* * *
Ματαίωσον παρθένε ισλαμιστών τας βουλάς και αθέμιτα ένεδρα, των συνεχώς επιτιθεμένων ημίν δεινώς, τούτους αποδιώκουσα, πόρρω μετ’αισχύνης αφανισμώ τελείω,ίνα γνώσι την Θείαν δυναστείαν και εξουσίαν σου θεόνυμφε
* * *
Ἀπολυτίκιον τῆς Πορταϊτίσσης.
Ἦχος Α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὴν θείαν Σου Εἰκόνα δεδεγμένοι ἐν θαύματι, Πυλωρὸν Παρθένε καὶ σκέπην καὶ Προστάτιδα ἔχομεν, τοῦ κλήρου σου οἱ τρόφιμοι ἀεί, καὶ Σοῦ ὡς ἀφομείωμα ἡμεῖς, τὴν Αὐτήν Σου προσκυνοῦντες ἀπὸ ψυχῆς, βοῶμεν σοι Θεοτόκε· δόξα τῇ παναγάθῳ Σου βουλῇ, δόξᾳ τῇ προστασίᾳ Σου, δόξα τῇ πρὸς ἡμᾶς Ἁγνὴ θείᾳ προνοίᾳ Σου.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΜΑΣ ΤΟ ΕΣΤΕΙΛΕ Ο ΗΛΙΑΣ ΣΚΟΥΝΤΡΙΑΝΟΣ
"Αθέων Αγαρηνών (σ.σ.: και λοιπών αντιχρίστων δυνάμεων) τα βέλη σύντριψον Δέσποινα, και πάσαν επιβουλήν δαιμόνων ματαίωσον, λαόν χριστεπώνυμον σκέπων και φυλάττων, ίνα πόθω Σε δοξάζομεν"
ΑπάντησηΔιαγραφήΟσίου Νικολάου του Κατασκεπηνού
Λέει σε κάποιο σημείο ο 73 Ψαλμός:
ΑπάντησηΔιαγραφή"Δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς".
Δεν είναι τυχαίο πως διαχρονικά οι πολέμιοι του Θεού επέλεγαν τις μεγάλες Δεσποτικές και Θεομητορικές εορτές για να δείξουν το μίσος τους. Αλλά μήπως και το Xmas που μας επέβαλλαν να γιορτάζουμε αντί των Θείων Χριστουγέννων τι είναι; Μίσος και δηλητήριο, αλλά με φρου φρου και φιογκάκια.