Δευτέρα 2 Αυγούστου 2021

ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΣΥΜΕΩΝ, ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ ΠΟΛΥ ΕΠΙΚΑΙΡΗ

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΝΑ ΦΩΤΙΣΕΙ Ο ΘΕΟΣ ΤΟΝ ΚΟΣΜΟ ΝΑ ΜΗΝ ΕΜΒΟΛΙΑΣΤΕΙ


O Θεός, ὁ δίκαιος καὶ αἰνετός, ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός, ὁ Θεὸς ὁ προαιώνιος, εἰσάκουσον ἁμαρτωλοῦ ἀνδρὸς τῇ ὥρᾳ ταύτη:

Ἐπιτίμησον πᾶσιν τοῖς ἀκαθάρτοις πνεύμασιν ἀπὸ προσώπου τῶν παίδων σου.

Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστησον εἰς τὴν αὐτῶν βοήθειαν.

Ἔκχεον ρομφαίαν καὶ σύγκλεισον ἐξ' ἐναντίας τῶν καταδιωκόντων αὐτούς.

Εἶπον ώ Κύριε, Κύριε, τὴ ψυχὴ αὐτῶν: «Σωτηρία σου Εἰμὶ Ἐγώ».

Υπαναχωρησάτω ἀπὸ τῆς αὐτῶν διανοίας πνεῦμα δειλίας, ἀκηδίας, υπερηφανίας καὶ πάσης κακίας καὶ κατασβεσθήτω αὐτῶν πᾶσα πύρωσις καὶ κίνησις ἐκ διαβολικῆς ἐνεργείας συνισταμένη.

Φωτισθήτω αὐτῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα τῷ φωτὶ τῆς γνώσεώς σου, ἵνα καταντήσαντες εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ τῆς ἐπιγνώσεως τῆς ἁγίας καὶ προσκυνητῆς Τριάδος, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, δοξάσωσιν εἰς αἰῶνα αἰῶνος σὺν ἀγγέλοις καὶ πᾶσιν τοῖς ἀπ'αἰῶνος εὐαρεστήσασίν σοι τω Θεῷ τὸ πάντιμον καὶ φυλακτήριον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Δὸς δὲ αὐτοῖς σὺν πᾶσιν τοῖς ἀγαθοῖς, ώ Κύριε, καὶ τοὺς λόγους ταύτης μου τῆς οἰκτρᾶς καὶ ἀναξίου σου ἱκεσίας ἐν καρδίᾳ διά παντὸς ἔχειν πρὸς Δοξολογίαν καὶ ὕμνον της σῆς χρηστότητος. Ἀμήν.


ΜΑΣ ΤΟ ΕΣΤΕΙΛΕ Ο ΗΛΙΑΣ ΣΚΟΥΝΤΡΙΑΝΟΣ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου